Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.1 Dem. 55.5 (English) >>Dem. 55.8

55.3ἓν μὲν οὖν, ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον. τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν. 55.4ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτʼ ἐγκαλῶν οὐδεὶς πώποτʼ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθʼ ὕδατα πολλάκις ἐγένετο), οὐδʼ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλʼ οὐδʼ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν πεντεκαίδεκʼ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου. 55.5καίτοι, Καλλίκλεις, ἐξῆν δήπου τόθʼ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέραΤεισία, τί ταῦτα ποιεῖς; ἀποικοδομεῖς τὴν χαράδραν; εἶτʼ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον”, ἵνʼ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δʼ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι. 55.6καὶ νὴ Διʼ ἐπιδεῖξαί γέ σʼ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλʼ ἔργῳ τὸν πατέρʼ ἀδικοῦντʼ ἀπέφαινες. τούτων τοίνυν οὐδὲν πώποτʼ οὐδεὶς ποιεῖν ἠξίωσεν. οὐ γὰρ ἂν οὔτʼ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.1 Dem. 55.5 (English) >>Dem. 55.8

Powered by PhiloLogic